TLG 1153 001 :: APOCALYPSIS ADAM :: Νυχθήμερον (fort. auctore Apollonio Tyanensi)

APOCALYPSIS ADAM Apocryph., vel Testamentum Adam
(A.D. 1?)

Νυχθήμερον (fort. auctore Apollonio Tyanensi)

Source: Robinson, J.A. (ed.), Texts and Studies 2.3. Cambridge: Cambridge University Press, 1893 (repr. Nendeln, Liechtenstein: Kraus, 1967): 139–144.

Citation: Fragment — section — (line)

1

t

Ἀπολλωνίου μαθηματικοῦ. ὀνομασίαι ιβʹ ἡμερινῶν.

1

1a

ὥρα αʹ καλεῖται[Omitted graphic marker] ἐν ᾗ ἀγαθόν ἐστιν προσεύ‐ χεσθαι.

1

1c

[Omitted graphic marker] Cedren. ὥρᾳ πρώτῃ ἡμερινῇ πρώτη εὐχὴ ἐπιτελεῖται ἐν τῷ οὐρανῷ.

1

2a

ὥρα βʹ καλεῖται[Omitted graphic marker] ἐν ᾗ εὐχαὶ τῶν ἀγγέλων καὶ ὕμνοι.

1

2c

δευτέρᾳ εὐχὴ ἀγγέλων.139

1

3a

ὥρα γʹ καλεῖται[Omitted graphic marker] ἐν ᾗ εὐχαριστοῦσιν τὰ πετεινὰ τῷ θεῷ· ἐν αὐτῇ τῇ ὥρᾳ ἀποτελεῖται πᾶν στοιχεῖον.

1

3c

τρίτῃ εὐχὴ πτηνῶν.

1

4a

ὥρα δʹ * ἐν ᾗ εὐχαριστοῦσιν πάντα τὰ ποιήματα τοῦ θεοῦ, ἐν ᾗ στοιχειοῦνται (illegible Hebrew) καὶ πάντα τὰ ἰοβόλα.

1

4c

τετάρτῃ εὐχὴ κτηνῶν.

1

5a

ὥρα εʹ καλεῖται * ἐν ᾗ αἰνεῖ πᾶν ζῶον τὸν θεόν· ἐν ᾗ ἀποτελεῖται πᾶν ....

1

5c

πεμπτῇ εὐχὴ θηρίων.

1

6a

ὥρα ϛʹ καλεῖται * 〈ἐν〉 ᾗ δυσωποῦσιν τὰ χερουβὶμ τὸν θεὸν ὑπὲρ ἀνθρώπων.

1

6c

ἕκτῃ ἀγγέλων παράστασις καὶ διάκρισις πάσης κτίσεως.

1

7a

ὥρα ζʹ * ἐν ᾗ αἰνοῦσιν ἀγγέλων τάγματα καὶ παρι‐ στάμενα τῷ θεῷ.

1

7c

ἑβδόμῃ ἀγγέλων εἴσοδος πρὸς θεὸν καὶ ἔξοδος ἀγγέλων.

1

8a

ὥρα ηʹ καλεῖται[Omitted graphic marker].

1

8c

ὀγδόῃ αἴνεσις καὶ θυσίαι ἀγγέλων.

1

9a

ὥρα θʹ καλεῖται * 〈ἐν〉 ᾗ εὐχὴ ἀνθρώπων ἐν ᾗ
οὐδὲν τελεῖται.140

1

9c

ἐννάτῃ δέησις καὶ λατρεία ἀνθρώπου.

1

10a

ὥρα ιʹ, * ἐν ᾗ αἰνοῦσιν τὰ ὕδατα, καὶ πνεῦμα θεοῦ καταβαῖνον ἐπιπολάζει αὐτοῖς καὶ ἁγιάζει αὐτά· εἰ γὰρ μὴ οὕτως ἦν, ἔβλαπτον ἂν οἱ πονηροὶ δαίμονες ἀνθρώπους· ἐν ᾗ ἐ〈ὰν〉 ἄν‐ θρωπος ἄρῃ[Omitted graphic marker] (νέρον) καὶ μίξῃ μετὰ ἁγίου ἐλαίου, πᾶν[Omitted graphic marker]
5(νόσημα) ἰᾶται· καὶ δαιμονῶντας καθαίρει καὶ δαίμονας ἀπελαύνει.

1

10c

δεκάτῃ ἐπισκοπαὶ ὑδάτων καὶ δεήσεις οὐρανίων καὶ ἐπιγείων.

1

11a

ὥρα ιαʹ, * ἐν ᾗ εὐφραίνονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ.

1

11c

ἑνδεκάτῃ ἀνθομολόγησις καὶ ἀγαλλίασις πάντων.

1

12a

ὥρα ιβʹ * ἐν ᾗ εὐπρόσδεκτοι αἱ τῶν ἀνθρώπων εὐχαί.

1

12c

δωδεκάτῃ ἔντευξις ἀνθρώπων εἰς εὐδοκίας.141

2

t

ὀνομασίαι ὡρῶν νυκτερινῶν.

2

1a

ὥρα αʹ * ἐν ᾗ οἱ δαίμονες αἰνοῦντες τὸν θεὸν οὔτε ἀδικοῦσιν οὔτε κολάζουσιν.

2

2a

ὥρα βʹ * ἐν ᾗ ὑμνοῦσιν οἱ ἰχθύες τὸν θεὸν, καὶ τὸ τοῦ πυρὸς βάθος· ἐν ᾗ ὀφείλει στοιχειοῦσθαι ἀποτελέσματα εἰς δράκον‐ τας καὶ ... καὶ πῦρ.

2

3a

ὥρα γʹ, * ἐν ᾗ αἰνοῦσιν ὄφεις καὶ κύνες καὶ πῦρ.

2

4a

ὥρα δʹ, * ἐν ᾗ διέρχονται δαίμονες ἐν τοῖς μνήμασιν, καὶ ἐρχόμενος ἐκεῖσε βλαβήσεται καὶ φόβον καὶ φρίκην ἐκ τῆς τῶν δαιμόνων λήψεται φαντασίας· ἐν ᾗ ὀφείλει 〈στοιχειοῦσθαι ἀποτελέσματα ... 〉 καὶ παντὸς γοητικοῦ πράγματος.

2

5a

ὥρα εʹ * ἐν ᾗ αἰνοῦσιν τὰ ἄνω ὕδατα τὸν θεὸν τοῦ
οὐρανοῦ.142

2

6a

ὥρα ϛʹ * ὅτε δέον ἡσυχάζειν καὶ ἀναπαῦσαι, διότι ἔχει φόβον.

2

7a

ὥρα ζʹ * ἐν ᾗ ἀναπαύει πάντα 〈τὰ〉 ζῶα [ταῦτα]. ἐάν τις ἄνθρωπος καθαρὸς ἁρπάσῃ[Omitted graphic marker] (νέρον) καὶ βάλλει αὐτὸ ὁ ἱερεὺς καὶ μίξῃ μετ’ ἐλαίου καὶ ἁγιάσῃ αὐτὸ καὶ ἀλείψῃ ἀπ’ αὐτὸ ἀσθενῆ ἀγρυπνοῦντα παρευθὺ τῆς νόσου ἀπαλλαγήσεται.

2

8a

ὥρα ηʹ * ἐν ᾗ δὲ ἀποτελοῦμεν (? δέον ἀποτελεῖν) στοιχεῖον περὶ * καὶ παντοίων φυτῶν.

2

9a

ὥρα θʹ * ἐν ᾗ τελεῖται οὐδέν.143

2

11a

ὥρα ιαʹ, * ἐν ᾗ ἀνοίγονται αἱ πύλαι τοῦ οὐρανοῦ καὶ ἄνθρωπος ἐν κατανύξει γενόμενος εὐήκοος γενήσεται· ἐν ταύτῃ πέτονται ταῖς πτέρυξιν σὺν ἤχῳ οἱ ἄγγελοι καὶ χερουβὶμ καὶ σεραφίμ· καί ἐστιν χαρὰ ἐν οὐρανῷ καὶ γῇ· ἀνατέλλει δὲ καὶ ὁ
5ἥλιος ἐξ Ἐδέμ.

2

12a

ὥρα ιβʹ * ἐν ᾗ ἀναπαύονται τὰ πύρινα τάγματα.144